Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.212 Joseph. AJ 3.216 (English) >>Joseph. AJ 3.220

3.214

μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δʼ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτʼ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι. 3.215τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ. 3.216θαυμαστὸν μὲν οὖν καὶ τοῦτο τοῖς μὴ τὴν σοφίαν ἐπʼ ἐκφαυλισμῷ τῶν θείων ἠσκηκόσιν, δʼ ἐστὶ τούτου θαυμασιώτερον ἐρῶ· διὰ γὰρ τῶν δώδεκα λίθων, οὓς κατὰ στέρνον ἀρχιερεὺς ἐνερραμμένους τῷ ἐσσῆνι φορεῖ, νίκην μέλλουσι πολεμεῖν προεμήνυεν θεός· 3.217τοσαύτη γὰρ ἀπήστραπτεν ἀπʼ αὐτῶν αὐγὴ μήπω τῆς στρατιᾶς κεκινημένης, ὡς τῷ πλήθει παντὶ γνώριμον εἶναι τὸ παρεῖναι τὸν θεὸν εἰς τὴν ἐπικουρίαν, ὅθεν Ἕλληνες οἱ τὰ ἡμέτερα τιμῶντες ἔθη διὰ τὸ μηδὲν ἀντιλέγειν δύνασθαι τούτοις τὸν ἐσσῆνα λόγιον καλοῦσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.212 Joseph. AJ 3.216 (English) >>Joseph. AJ 3.220

Powered by PhiloLogic